Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.82.1 | Hdt. 1.82.6 (English) | >>Hdt. 1.84.1 |
1.82.4 συνθέμενοι ταῦτα ἀπαλλάσσοντο , λογάδες δὲ ἑκατέρων ὑπολειφθέντες συνέβαλον . μαχομένων δέ σφεων καὶ γινομένων ἰσοπαλέων ὑπελείποντο ἐξ ἀνδρῶν ἑξακοσίων τρεῖς , Ἀργείων μὲν Ἀλκήνωρ τε καὶ Χρομίος , Λακεδαιμονίων δὲ Ὀθρυάδης · ὑπελείφθησαν δὲ οὗτοι νυκτὸς ἐπελθούσης .
1.82.5 οἱ μὲν δὴ δύο τῶν Ἀργείων ὡς νενικηκότες ἔθεον ἐς τὸ Ἄργος , ὁ δὲ τῶν Λακεδαιμονίων Ὀθρυάδης σκυλεύσας τοὺς Ἀργείων νεκροὺς καὶ προσφορήσας τὰ ὅπλα πρὸς τὸ ἑωυτοῦ στρατόπεδον ἐν τῇ τάξι εἶχε ἑωυτόν . ἡμέρῃ δὲ δευτέρῃ παρῆσαν πυνθανόμενοι ἀμφότεροι .
1.82.6 τέως μὲν δὴ αὐτοὶ ἑκάτεροι ἔφασαν νικᾶν , λέγοντες οἱ μὲν ὡς ἑωυτῶν πλεῦνες περιγεγόνασι , οἱ δὲ τοὺς μὲν ἀποφαίνοντες πεφευγότας , τὸν δὲ σφέτερον παραμείναντα καὶ σκυλεύσαντα τοὺς ἐκείνων νεκρούς ·
1.82.7 τέλος δὲ ἐκ τῆς ἔριδος συμπεσόντες ἐμάχοντο , πεσόντων δὲ καὶ ἀμφοτέρων πολλῶν ἐνίκων Λακεδαιμόνιοι . Ἀργεῖοι μέν νυν ἀπὸ τούτου τοῦ χρόνου κατακειράμενοι τὰς κεφαλάς , πρότερον ἐπάναγκες κομῶντες , ἐποιήσαντο νόμον τε καὶ κατάρην μὴ πρότερον θρέψειν κόμην Ἀργείων μηδένα , μηδὲ τὰς γυναῖκάς σφι χρυσοφορήσειν , πρὶν Θυρέας ἀνασώσωνται .
1.82.8 Λακεδαιμόνιοι δὲ τὰ ἐναντία τούτων ἔθεντο νόμον · οὐ γὰρ κομῶντες πρὸ τούτου ἀπὸ τούτου κομᾶν . τὸν δὲ ἕνα λέγουσι τὸν περιλειφθέντα τῶν τριηκοσίων Ὀθρυάδην , αἰσχυνόμενον ἀπονοστέειν ἐς Σπάρτην τῶν οἱ συλλοχιτέων διεφθαρμένων , αὐτοῦ μιν ἐν τῇσι Θυρέῃσι καταχρήσασθαι ἑωυτόν .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.82.1 | Hdt. 1.82.6 (English) | >>Hdt. 1.84.1 |